Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.23 Joseph. AJ 2.28 (English) >>Joseph. AJ 2.32

2.26προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρʼ ἡμῶν ἐρανίζεται κηδεμονίαν· 2.27 τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτοῖς τίθησι, διὰ φθόνον τῶν ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας οὐκ ἀλλοτρίων ὄντων ἀλλʼ οἰκείων· 2.28ἴδια γὰρ αὐτῶν ὑπολαμβάνειν, ὅσα θεὸς Ἰωσήπῳ δώσει, προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπʼ αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ταῦτα χαρίσεται. 2.29

Καὶ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν, ἐπεὶ δὲ οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους, ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως· 2.30καὶ γὰρ ἄμεινον μὲν οἷς παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δʼ ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας· ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον, ἐφʼ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλʼ ὡς ἐν ἀπόροις κουφότερον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.23 Joseph. AJ 2.28 (English) >>Joseph. AJ 2.32

Powered by PhiloLogic